ἑλλήνισον! (An Ancient Greek Podcast)

Leandros Corieltauvorum and Josep Barcinonensis

Two friends practice speaking Ancient Greek. New episode out on the 1st Friday of each month.

  1. 5h ago

    #105 περὶ τοῦ Σωκράτους α᾽ (κατὰ Ξενοφώντα)

    χαίρετε, ὦ ἀκροαταί! We are now starting a run of episodes on Xenophon’s Apology of Socrates, looking at how it differs from Plato’s account. It’s quite short, so who knows? We may even get through the whole thing! εὐωχεῖσθε τοῦ ἐπεισοδίου, Josep & Leandros Here are the sections recited and discussed:  (1) Σωκράτους δὲ ἄξιόν μοι δοκεῖ εἶναι μεμνῆσθαι καὶ ὡς ἐπειδὴ ἐκλήθη εἰς τὴν δίκην ἐβουλεύσατο περί τε τῆς ἀπολογίας καὶ τῆς τελευτῆς τοῦ βίου. γεγράφασι μὲν οὖν περὶ τούτου καὶ ἄλλοι καὶ πάντες ἔτυχον τῆς μεγαληγορίας αὐτοῦ· ᾧ καὶ δῆλον ὅτι τῷ ὄντι οὕτως ἐρρήθη ὑπὸ Σωκράτους. ἀλλ’ ὅτι ἤδη ἑαυτῷ ἡγεῖτο αἱρετώτερον εἶναι τοῦ βίου θάνατον, τοῦτο οὐ διεσαφήνισαν· ὥστε ἀφρονεστέρα αὐτοῦ φαίνεται εἶναι ἡ μεγαληγορία.  (2) Ἑρμογένης μέντοι ὁ Ἱππονίκου ἑταῖρός τε ἦν αὐτῷ καὶ ἐξήγγειλε περὶ αὐτοῦ τοιαῦτα ὥστε πρέπουσαν φαίνεσθαι τὴν μεγαληγορίαν αὐτοῦ τῇ διανοίᾳ. ἐκεῖνος γὰρ ἔφη ὁρῶν αὐτὸν περὶ πάντων μᾶλλον διαλεγόμενον ἢ περὶ τῆς δίκης εἰπεῖν·  (3) Οὐκ ἐχρῆν μέντοι σκοπεῖν, ὦ Σώκρατες, καὶ ὅ τι ἀπολογήσῃ; τὸν δὲ τὸ μὲν πρῶτον ἀποκρίνασθαι· Οὐ γὰρ δοκῶ σοι ἀπολογεῖσθαι μελετῶν διαβεβιωκέναι; ἐπεὶ δ’ αὐτὸν ἐρέσθαι· Πῶς; Ὅτι οὐδὲν ἄδικον διαγεγένημαι ποιῶν· ἥνπερ νομίζω μελέτην εἶναι καλλίστην ἀπολογίας. (4) ἐπεὶ δὲ αὐτὸν πάλιν λέγειν· Οὐχ ὁρᾷς τὰ Ἀθηναίων δικαστήρια ὡς πολλάκις μὲν οὐδὲν ἀδικοῦντας λόγῳ παραχθέντες ἀπέκτειναν, πολλάκις δὲ ἀδικοῦντας ἢ ἐκ τοῦ λόγου οἰκτίσαντες ἢ ἐπιχαρίτως εἰπόντας ἀπέλυσαν; Ἀλλὰ ναὶ μὰ Δία, φάναι αὐτόν, καὶ δὶς ἤδη ἐπιχειρήσαντός μου σκοπεῖν περὶ τῆς ἀπολογίας ἐναντιοῦταί μοι τὸ δαιμόνιον. (5) ὡς δὲ αὐτὸν εἰπεῖν· Θαυμαστὰ λέγεις, τὸν δ’ αὖ ἀποκρίνασθαι· Ἦ θαυμαστὸν νομίζεις εἰ καὶ τῷ θεῷ δοκεῖ ἐμὲ βέλτιον εἶναι ἤδη τελευτᾶν; οὐκ οἶσθα ὅτι μέχρι μὲν τοῦδε οὐδενὶ ἀνθρώπων ὑφείμην ⟨ἂν⟩ βέλτιον ἐμοῦ βεβιωκέναι; ὅπερ γὰρ ἥδιστόν ἐστιν, ᾔδειν ὁσίως μοι καὶ δικαίως ἅπαντα τὸν βίον βεβιωμένον· ὥστε ἰσχυρῶς ἀγάμενος ἐμαυτὸν ταὐτὰ ηὕρισκον καὶ τοὺς ἐμοὶ συγγιγνομένους γιγνώσκοντας περὶ ἐμοῦ.  Support the podcast and get access to episodes in advance as well as lots of extra bonus materials: https://www.patreon.com/Hellenizdein  Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/  Follow us on “Twitter”: https://x.com/ancientgreekpod  Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social  Join our Facebook group: https://www.facebook.com/groups/604916774052809  Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/  Send us an email: theancientgreekpodcast@gmail.com

    #105 περὶ τοῦ Σωκράτους α᾽ (κατὰ Ξενοφώντα)
  2. Jul 3

    #104 περὶ τοῦ Ἐπικούρου δ᾽

    χαίρετε, ὦ ἀκροαταί! Here is our latest episode, concluding a run of episodes on Epicurus. Here are the sections recited and discussed: Ἀναλογιστέον δὲ ὡς τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαί, αἱ δὲ κεναί, καὶ τῶν φυσικῶν αἱ μὲν ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ μόνον· τῶν δὲ ἀναγκαίων αἱ μὲν πρὸς εὐδαιμονίαν εἰσὶν ἀναγκαῖαι, αἱ δὲ πρὸς τὴν τοῦ σώματος ἀοχλησίαν, αἱ δὲ πρὸς αὐτὸ τὸ ζῆν.τούτων γὰρ ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπανάγειν οἶδεν ἐπὶ τὴν τοῦ σώματος ὑγίειαν καὶ τὴν τῆς ψυχῆς ἀταραξίαν, ἐπεὶ τοῦτο τοῦ μακαρίως ζῆν ἐστι τέλος. τούτου γὰρ χάριν πάντα πράττομεν, ὅπως μήτε ἀλγῶμεν μήτε ταρβῶμεν. ὅταν δὲ ἅπαξ τοῦτο περὶ ἡμᾶς γένηται, λύεται πᾶς ὁ τῆς ψυχῆς χειμών, οὐκ ἔχοντος τοῦ ζῴου βαδίζειν ὡς πρὸς ἐνδέον τι καὶ ζητεῖν ἕτερον ᾧ τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀγαθὸν συμπληρώσεται. τότε γὰρ ἡδονῆς χρείαν ἔχομεν, ὅταν ἐκ τοῦ μὴ παρεῖναι τὴν ἡδονὴν ἀλγῶμεν· ὅταν δὲ μὴ ἀλγῶμεν, οὐκέτι τῆς ἡδονῆς δεόμεθα. Καὶ διὰ τοῦτο τὴν ἡδονὴν ἀρχὴν καὶ τέλος λέγομεν εἶναι τοῦ μακαρίως ζῆν. εὐωχεῖσθε τοῦ ἐπεισοδίου, Leandros & Josep P.S. Next time we are thinking of moving on to some Plato, so stay tuned for that! Support the podcast and get access to episodes in advance as well as lots of extra bonus materials: https://www.patreon.com/Hellenizdein  Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/  Follow us on “Twitter”: https://x.com/ancientgreekpod  Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social  Join our Facebook group: https://www.facebook.com/groups/604916774052809  Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/  Send us an email: theancientgreekpodcast@gmail.com

    #104 περὶ τοῦ Ἐπικούρου δ᾽
  3. Jun 5

    #103 περὶ τοῦ θανάτου (Ἐπικούρου γ᾽)

    χαίρετε, ὦ ἀκροαταί! Here is our latest episode, continuing with Epicurus' letter to Menoeceus on the taboo subject of death. Are you afraid of it? Let us know in the comments! εὐωχεῖσθε τοῦ ἐπεισοδίου, Leandros & Josep Here is the passage discussed: οὐθὲν γάρ ἐστιν ἐν τᾷ ζῆν δεινὸν τῷ κατειληφότι γνησίως τὸ μηδὲν ὑπάρχειν ἐν τῷ μὴ ζῆν δεινόν. ὥστε μάταιος ὁ λέγων δεδιέναι τὸν θάνατον οὐχ ὅτι λυπήσει παρών, ἀλλ’ ὅτι λυπεῖ μέλλων. ὃ γὰρ παρὸν οὐκ ἐνοχλεῖ, προσδοκώμενον κενῶς λυπεῖ. τὸ φρικωδέστατον οὖν τῶν κακῶν ὁ θάνατος οὐθὲν πρὸς ἡμᾶς, ἐπειδήπερ ὅταν μὲν ἡμεῖς ὦμεν, ὁ θάνατος οὐ πάρεστιν, ὅταν δὲ ὁ θάνατος παρῇ, τόθ’ ἡμεῖς οὐκ ἐσμέν. οὔτε οὖν πρὸς τοὺς ζῶντάς ἐστιν οὔτε πρὸς τοὺς τετελευτηκότας, ἐπειδήπερ περὶ οὓς μὲν οὐκ ἔστιν, οἳδ’ οὐκέτι εἰσίν. https://scaife.perseus.org/reader/urn:cts:greekLit:tlg0537.tlg012.1st1K-grc1:122-126/ Support the podcast and get access to episodes in advance as well as lots of extra bonus materials: https://www.patreon.com/Hellenizdein  Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/  Follow us on “Twitter”: https://x.com/ancientgreekpod  Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social  Join our Facebook group: https://www.facebook.com/groups/604916774052809  Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/  Send us an email: theancientgreekpodcast@gmail.com

    #103 περὶ τοῦ θανάτου (Ἐπικούρου γ᾽)
  4. May 1

    #102 περὶ τῆς εὐδαιμονίας (Ἐπικούρου β᾽)

    χαίρετε, ὦ ἀκροαταί! Here is our latest episode, continuing from last time talking about Epicurus. This time we begin reading his letter to Menoeceus including his famous expression "death is nothing to us".  καλῶς ὑμῖν γένοιτο! Leandros & Josep Here are the sections recited and discussed: 122 Μήτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν, μήτε γέρωνὑπάρχων κοπιάτω φιλοσοφῶν. οὔτε γὰρ ἄωρος οὐδείς ἐστινοὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαῖνον. ὁ δὲ λέγων ἢμήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν ὥραν ἢ παρεληλυθέναι τὴνὥραν ὅμοιός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν ἢ μὴπαρεῖναι τὴν ὥραν ἢ μηκέτι εἶναι. ὥστε φιλοσοφητέον καὶνέῳ καὶ γέροντι, τῷ μὲν ὅπως γηράσκων νεάζῃ τοῖς ἀγαθοῖςδιὰ τὴν χάριν τῶν γεγονότων, τῷ δὲ ὅπως νέος ἅμα καὶπαλαιὸς ᾖ διὰ τὴν ἀφοβίαν τῶν μελλόντων· μελετᾶν οὖνχρὴ τὰ ποιοῦντα τὴν εὐδαιμονίαν, εἴπερ παρούσης μὲναὐτῆς πάντα ἔχομεν, ἀπούσης δὲ πάντα πράττομεν εἰς τὸταύτην ἔχειν. 123 Ἃ δέ σοι συνεχῶς παρήγγελλον, ταῦτα καὶ πρᾶττε καὶμελέτα, στοιχεῖα τοῦ καλῶς ζῆν ταῦτ’ εἶναι διαλαμβάνων.Πρῶτον μὲν τὸν θεὸν ζῷον ἄφθαρτον καὶ μακάριοννομίζων, ὡς ἡ κοινὴ τοῦ θεοῦ νόησις ὑπεγράφη, μηθὲν μήτετῆς ἀφθαρσίας ἀλλότριον μήτε τῆς μακαριότητος ἀνοίκειοναὐτῷ πρόσαπτε· πᾶν δὲ τὸ φυλάττειν αὐτοῦ δυνάμενον τὴνμετὰ ἀφθαρσίας μακαριότητα περὶ αὐτὸν δόξαζε. θεοὶ μὲνγὰρ εἰσίν· ἐναργὴς γὰρ αὐτῶν ἐστιν ἡ γνῶσις· οἵους δ’αὐτοὺς οἱ πολλοὶ νομίζουσιν, οὐκ εἰσίν· οὐ γὰρ φυλάττουσιν αὐτοὺς οἵουςνομίζουσιν. ἀσεβὴς δὲ οὐχ ὁ τοὺς τῶν πολλῶν θεοὺςἀναιρῶν, ἀλλ’ ὁ τὰς τῶν πολλῶν δόξας θεοῖς προσάπτων. 124 οὐ γὰρ προλήψεις εἰσὶν ἀλλ’ ὑπολήψεις ψευδεῖς αἱ τῶνπολλῶν ὑπὲρ θεῶν ἀποφάσεις. ἔνθεν αἱ μέγισται βλάβαι†αἴτιαι τοῖς κακοῖς ἐκ θεῶν ἐπάγονται καὶ ὠφέλειαι. ταῖς γὰρἰδίαις οἰκειούμενοι διὰ παντὸς ἀρεταῖς τοὺς ὁμοίουςἀποδέχονται, πᾶν τὸ μὴ τοιοῦτον ὡς ἀλλότριον νομίζοντες. Συνέθιζε δὲ ἐν τῷ νομίζειν μηδὲν πρὸς ἡμᾶς εἶναι τὸνθάνατον· ἐπεὶ πᾶν ἀγαθὸν καὶ κακὸν ἐν αἰσθήσει· στέρησιςδέ ἐστιν αἰσθήσεως ὁ θάνατος. ὅθεν γνῶσις ὀρθὴ τοῦ μηθὲνεἶναι πρὸς ἡμᾶς τὸν θάνατον ἀπολαυστὸν ποιεῖ τὸ τῆς ζωῆςθνητόν, οὐκ ἄπειρον προστιθεῖσα χρόνον, ἀλλὰ τὸν τῆςἀθανασίας ἀφελομένη πόθον. Full text available here: https://scaife.perseus.org/reader/urn:cts:greekLit:tlg0537.tlg012.1st1K-grc1:122-126/ Support the podcast and get access to episodes in advance as well as lots of extra bonus materials: https://www.patreon.com/Hellenizdein  Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/  Follow us on “Twitter”: https://x.com/ancientgreekpod  Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social  Join our Facebook group: https://www.facebook.com/groups/604916774052809  Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/  Send us an email: theancientgreekpodcast@gmail.com

    #102 περὶ τῆς εὐδαιμονίας (Ἐπικούρου β᾽)
  5. Mar 6

    #100 περὶ τῆς μήνιος τοῦ Ἀχιλλέως

    χαίρετε, ὦ ἀκροαταί! This week we celebrate our milestone 100th episode of the podcast, in which we finally arrive at the beginning of Ancient Greek literature... Homer! It feels like the long road has all been preparatory work to get ready for this moment and we are now starting out for real. Thanks to everybody who has supported the podcast over the last few years, we have just been warming up and now the real fun is here! καλῶς ὑμῖν γένοιτο! Josep & Leandros Here is the section discussed (Iliad, 1. 1-7): μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος οὐλομένην, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε, πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί τε πᾶσι, Διὸς δ᾽ ἐτελείετο βουλή, ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς. Support the podcast and get access to episodes in advance as well as lots of other bonus materials: https://www.patreon.com/Hellenizdein  Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/ Follow us on “Twitter”: https://x.com/ancientgreekpod  Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social  Join our Facebook group: https://www.facebook.com/groups/604916774052809  Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/  Send us an email: theancientgreekpodcast@gmail.com

    #100 περὶ τῆς μήνιος τοῦ Ἀχιλλέως
  6. Feb 6

    #99 περὶ τοῦ Πινδάρου γ᾽

    χαίρετε, ὦ ἀκροαταί! Here is our third and final episode on Pindar's 1st Olympian Ode. εὐωχεῖσθε τοῦ ἐπεισοδίου! Josep & Leandros Here is the section recited and discussed: ἦ θαυματὰ πολλά, καί πού τι καὶ βροτῶν φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγον δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατῶντι μῦθοι 30 Χάρις δ᾽, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς, [50] ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸν ἔμμεναι τὸ πολλάκις: ἁμέραι δ᾽ ἐπίλοιποι μάρτυρες σοφώτατοι. 35 ἔστι δ᾽ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά: μείων γὰρ αἰτία. υἱὲ Ταντάλου, σὲ δ᾽, ἀντία προτέρων, φθέγξομαι, [60] ὁπότ᾽ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον ἐς ἔρανον φίλαν τε Σίπυλον, ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων, 40 τότ᾽ Ἀγλαοτρίαιναν ἁρπάσαι δαμέντα φρένας ἱμέρῳ χρυσέαισί τ᾽ ἀν᾽ ἵπποις ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι, ἔνθα δευτέρῳ χρόνῳ [70] ἦλθε καὶ Γανυμήδης 45 Ζηνὶ τωὔτ᾽ ἐπὶ χρέος. ὡς δ᾽ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φῶτες ἄγαγον, ἔννεπε κρυφᾶ τις αὐτίκα φθονερῶν γειτόνων, ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰν μαχαίρᾳ τάμον κάτα μέλη, 50[80] τραπέζαισί τ᾽, ἀμφὶ δεύτατα, κρεῶν σέθεν διεδάσαντο καὶ φάγον. Support the podcast and get access to episodes in advance as well as lots of bonus materials: https://www.patreon.com/Hellenizdein  Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/   Follow us on “Twitter”: https://x.com/ancientgreekpod  Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social  Join our Facebook group: https://www.facebook.com/groups/604916774052809  Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/  Send us an email: theancientgreekpodcast@gmail.com

    #99 περὶ τοῦ Πινδάρου γ᾽
4.8
out of 5
21 Ratings

About

Two friends practice speaking Ancient Greek. New episode out on the 1st Friday of each month.

You Might Also Like